Ancient Greek
95.3 to 95.4
Paulus, Epitomae Medicae Libri Septem 95.3-4
Unproofread scanNot analysed yet
ζ. ταῦτα μὲν οὖν τὰ πέντε γένη τῶν σφυγμῶν κατὰ μίαν κίνησιν τῆς ἀρτηρίας συνίσταται· ἐπειδὴ δὲ τὸ ποιὸν τῆς κατὰ τὴν καρδίαν θερμασίας ἔοικέ πως μᾶλλον κατὰ τὴν ἀρτηρίαν σαφέστερον φαίνεσθαι, ἥξιωσαν καὶ τοῦτο τὸ γένος τῶν σφυγμῶν ἔκτον ἐπὶ τοῖς εἰρημένοις συγκατατάττειν. τῶν δὲ ἄλλων γενῶν τῶν τε καθ’ ἕνα καὶ κατὰ πολλοὺς λαμβανομένων τὸ τε παρὰ τὸν χρόνον ἐστὶ τῆς ἡρεμίας καὶ τὸ παρὰ τὸν ῥυθμὸν καὶ τὸ παρὰ τὴν ὁμαλότητα καὶ ἀνωμαλίαν καὶ τὸ παρὰ τὴν τάξιν καὶ ἀταξίαν.