Ancient Greek
95.5
Paulus, Epitomae Medicae Libri Septem 95.5
Unproofread scanNot analysed yet
ζ. τὸ μὲν οὖν παρὰ τὸν χρόνον τῆς ἡρεμίας, ὅπερ ἐστὶν ἕβδομον ἀπὸ τοῦ πρώτου, τέμνεται εἰς τε τὸν πυκνὸν καὶ τὸν ἀραῖον καὶ τὸν σύμμετρον· τῆς γὰρ ἀρτηρίας διπλῆν κινουμένης κίνησιν ἐξ ἐναντίων συγκειμένην κινήσεων διττὰς ἀναγκαῖον αὐτῇ συμπίπτειν ἡρεμίας, ἑτέραν μὲν τὴν μετὰ τὴν διαστολὴν πρὸ τῆς συστολῆς, ἑτέραν δὲ τὴν μετὰ τὴν συστολὴν πρὸ τῆς διαστολῆς, ἥτις καὶ ἀνεπαίσθητος εἶναι τοῖς πολλοῖς ἐδόξεν· ὥστε μεταξὺ τῶν δύο κινήσεων ἡρεμίαν τινὰ μεσολαβεῖσθαι. ὤ μὲν οὖν πολύς ὁ τῆς ἡρεμίας χρόνος, οὗτός ἐστιν ἀραῖός, ὤ δὲ βραχύς, πυκνός, ὤ δὲ μέσος, σύμμετρος.