Ancient Greek
97.1
Paulus, Epitomae Medicae Libri Septem 97.1
Unproofread scanNot analysed yet
ται καὶ οὐδέποτε παύονται τοῦ τοιούτου παθήματος, εἰς ἀκινησίαν παντελῆ τελευτῶσιν, καὶ καλοῦμεν αὐτοὺς ἐκλείποντας μυούρους· ὅσοι δὲ παύονται, διττὴν ἔχουσι τὴν διαφορὰν· τινὲς μὲν γὰρ αὐτῶν, ἐν ᾧ πρῶτον ἐπαύσαντο μικρότητι, ταύτην διὰ παντὸς φυλάττουσι, τινὲς δὲ αὐξάνονται πάλιν ἢ εἰς ὅσον τὸ κατ’ ἀρχὰς ἐπανερχόμενοι μέγεθος ἢ εἰς ἑλαττον ἢ εἰς μείζον, οὓς μυούρους παλινδρομοῦντας καλοῦσι. γίγνονται δὲ κἂν τῇ καθ’ ἕνα σφυγμὸν ἀνωμαλία μύουροι σφυγμοί, περὶ ὧν ἐκεῖσε μετ’ ὀλίγον εἰρήσεται.