Ancient Greek
97.2
Paulus, Epitomae Medicae Libri Septem 97.2
Unproofread scanNot analysed yet
τοιαύτη μὲν τίς ἐστιν ἡ συστηματικὴ καλουμένη τῶν σφυγμῶν 11 ἀνωμαλία· ἡ δὲ καθ’ ἕνα σφυγμὸν ἢ καθ’ ἐν μόριον τῆς ἀρτηρίας ἢ κατὰ διαφέροντα γίγνεται, ὥσπερ ἐπὶ τῆς κινήσεως τυχὸν καθ’ ἐν μὲν μόριον τῆς ἀρτηρίας ἀνωμαλία λέγεται, ὅταν ἄλλως ἀρῆται καὶ ἄλλως λῆξῃ κινουμένη περὶ τὸν ἕνα δάκτυλον ἢ ἀρτηρία, ἀρχομένη μὲν ὑκυτέρα, τελευτῶσα δὲ βραδυτέρα, ἢ τὸ ἀνάπαλιν. τοῦτο δὲ γίγνεται τριχῶς, ἢ συνεχῶς μενούσης τῆς κινήσεως ἢ διακοπτομένης ἢ παλινδρομούσης καὶ οἷον δικροτούσης. εἰ μὲν οὖν συνεχὴς μένουσα καὶ μὴ διακοπτομένη μεταβάλλοι ἀπὸ τοῦ τάχους ἐπὶ τὸ βραδύτερον ἢ τὸ ἀνάπαλιν, ἀνισοταχὴς ὁ τοιοῦτος σφυγμὸς ἐστὶ τε καὶ λέγεται. εἰ δὴ ἡρεμοῖη διακοπτόμενος καὶ τὸ λοιπὸν ὑκύτερος φαίνεται, δορκadίζων καλεῖται ἐκ μεταφορᾶς τοῦ ζῴου τῆς δορκάδος, ἥτις ἐν τῷ ἀποπηδᾶν μέτεωρος ἵσταται κατὰ τὸν ἄερα καὶ τινὰ δευτέραν ἀδόκητον τῆς προτέρας ὑκυτέραν ποιεῖται κίνησιν. εἰ δὲ μετὰ τὸ διασταλῆναι παλινδρομοῖη καὶ πρὶν συσταλῆναι τέλεον ἐκ δευτέρου πλήξοι τὴν ἀφήν, δικροτος ὁ τοιοῦτος προσαγορεύεται σφυγμός. ἴδοις δ’ ἂν τι τοιούτον γιγνόμενον ἐπὶ τῶν ἀκμόνων, ὅταν αἱ σφῦραι πρὸς ἅπαξ μὲν διὰ χειρὸς φερόμεναι πρὸς αὐτοὺς πλήξωσιν, ἀναπαλλόμεναι δὲ τῇ τοῦ ἀκμονος ἀντιτυπίᾳ καὶ δεύτερον αὐθὶς ἢ καὶ τρίτον πλήξωσιν.