Ancient Greek
97.3
Paulus, Epitomae Medicae Libri Septem 97.3
Unproofread scanNot analysed yet
οὐ μόνον δὲ κατὰ τὸν χρόνον τῆς κινήσεως τὴν κατὰ μίαν πλη- 12 γὴν ἐν ἐνὶ μορίῳ τῆς ἀρτηρίας ἀνωμαλίαν ἐγχωρεῖ γενέσθαι, ἀλλὰ καὶ [τὴν] κατὰ τὸν τόνον τῆς δυνάμεως, οὔτε δὲ [τὴν] κατὰ τὸ ποσὸν τῶν διαστάσεων (οὐ γὰρ οἷόν τε τὸν αὐτὸν σφυγμὸν ἐν ταυτῷ μορίῳ μέγαν τε καὶ μικρὸν γίνεσθαι) οὔτε κατ’ ἄλλο γένος. ἀλλ’ ἐν διαφέρουσι μορίοις κατὰ διαφέροντα μόρια τῆς ἀρτηρίας ἐν ἐνὶ σφυγμῷ