Ancient Greek
98.9
Paulus, Epitomae Medicae Libri Septem 98.9
Unproofread scanNot analysed yet
10 ἐξώτερον πρὸς τῷ τοῦ κάνοντος ἀντίχειρι τῆς ἀρτηρίας μέρος μικρό- Π 11, 12-15 ἀπολομένων τῶν κινήσεων τῶν πολλῶν εἰς μίαν καὶ αὐτὴν παντελῶς μικρὰν τελευτῆς. κέκληται δὲ καὶ οὗτος ἀπὸ τῆς πρὸς τὸ ζῶον τὸν μύρμηκα ὁμοιότητος διὰ τε τὴν σμικρότητα καὶ τῆς κινήσεως τὸ εἶδος· ἔστι γὰρ μικρὸς ἄγαν ὁ μυρμηκίζων, οὐ μικρότερος ἄλλος οὐκ ἔστιν· ὡσαύτως δὲ καὶ ἀμυδρότατος πάντων καὶ πυκνότατος, οὐ μὴν ταχύς, ὡς Ἀρχιγένης ἦστο. παρακεῖται δὲ τούτῳ ὁ ἐκτικὸς· ὡς γὰρ πυρετός, οὕτω καὶ σφυγμὸς ἐκτικὸς ἔστιν ὁ μηδεμίαν μεγάλην τροπὴν ποιούμενος ἀλλ’ ἀεὶ παραπλήσιος μένων εἴρων τε, ὡς ἐξ ἀρχῆς ἦρεστο, καὶ μηδέποτε λυόμενος ὅλης τῆς ἕξεως τετραμμένης νοσωδῶς.