Ancient Greek
99.3
Paulus, Epitomae Medicae Libri Septem 99.3
Unproofread scanNot analysed yet
οἱ δὲ σπασμῶδεις σφυγμοὶ ἑκατέρωθεν ἐκ τῶν περάτων ἀνθελκό- 14 μενοὶ τε καὶ τεινόμενοι καὶ σπώμενοι φαίνονται οἷον χορδῆς τινος τεταμένης αἴσθησιν παρέχοντες. ἐπὶ δὲ τῶν κλονωδῶν οὐδὲν τοιούτον, ἀλλὰ μειζῶν μὲν ἐπὶ τούτων ἔστιν ἡ διαστολή, ὥστε τῶν μορίων τῆς ἀρτηρίας τὰ μὲν ἀναφέρεσθαι <τὰ δὲ καταφέρεσθαι> καθ’ ἕνα καὶ τὸν αὐτὸν χρόνον, καὶ μάλιστα τὴν κίνησιν ἂν τις αὐτῶν εἰκάσειε τοῖς ἀκοντίοις, ὅσα σφοδρῶς ἀφεθέντα ταχέως φέρεται κραδαινόμενα. ἐμπρίων δὲ σφυγμὸς ἔστιν, ἡνίκα δοκεῖ τὸ μὲν τι διεστάλθαι τῆς ἀρτηρίας, τὸ δὲ μή, σκληροτέρας δηλονότι φαινομένης αὐτῆς· ἔχει δὲ τι καὶ κλονῶδες ὁ σφυγμὸς οὗτος καὶ ταχύς μὲν ἔστι καὶ πυκνός, οὐκ ἀεὶ δὲ μέγας.