Ancient Greek
99.4
Paulus, Epitomae Medicae Libri Septem 99.4
Unproofread scanNot analysed yet
δέκατον ἐπὶ τοῖς εἰρημένοις ἔστι γένος σφυγμῶν ἐκ τῆς ἀνωμαλίας 15 ἀπογεννώμενον τὸ παρὰ τὴν τάξιν καὶ ἀταξίαν· ὁ γὰρ τεταγμένος καὶ ἄτακτος τμηθέντος τοῦ ἀνωμάλου εἰς τε τὸν κατὰ τὰς περιόδους ἴσον καὶ εἰς τὸν παντοῖως ἄνισον καθ’ ἑκάτερον τῶν τμημάτων τὴν γένεσιν ἴσχει, κατὰ μὲν τὸ τῶν περιόδων ἴσον ὁ τεταγμένος, κατὰ δ’ αὐ τὸ παντοῖως ἄνισον ὁ ἄτακτος. ὁ μὲν γὰρ ὁμαλὸς σφυγμὸς πάντως ἔστι καὶ τεταγμένος, εἰ γε ἐφεξῆς ἴσον αὐτὸν ἐλέγομεν, ὁ δὲ ἀνώμαλος οὐ πάντως ἄτακτος· εἰ μὲν γὰρ τὴν ἰσότητα διαφθείροι, περίοδον δὲ φυλάττοι τινά, οἷον ἐπὶ τοῦ κατὰ τὸ ποσὸν τῆς διαστολῆς, εἰ τύχοι δύο γενέσθαι μεγάλους καὶ ἕνα μικρόν, εἶτα πάλιν δύο μεγάλους καὶ ἕνα μικρόν καὶ οὕτως ἐφεξῆς, κληθεὶς ἂν ὁ τοιούτος