Ancient Greek
169.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 169.3
Unproofread scanNot analysed yet
τοῦ δὲ ἑτέρου χρήσεις παρ’ Εὐριπίδῃ· ἤρεγκα κάξεδώσσα. 157 Eustath. p. 1283, 6. ἐν δὲ τοῖς Παυσανίου1) κείται ταῦτα· εἰρεσιώνη. θαλλὸς ἐλαίας ἐστεμμένος ἐρίφ, πρόσκρεμαμένους ἔχων διαφόρους ἐκ γῆς καρπούς. τοῦτον ἐκφέρει πᾶς ἀμφιθαλὴς καὶ τίθησι πρὸ θυρῶν τοῦ Ἀπόλλωνος ἱεροῦ ἐν τοῖς πυανεσίοις. λέγεται γάρ, φησί, Θησέα, ὅτε εἰς Κρῆτην ἐπλεῖ προσοχόντα Δήλῳ τῇ νήσῳ διὰ χειμῶνα, εὐξαθαι Ἀπόλλωνι καταστέψασθαι κλάδοις ἐλαίας, εἰ τὸν Μινώταυρον κτεῖνας σωθῇ, καὶ θυσιάσειν. καὶ γοῦν τὴν ἱκετηρίαν ταύτην καταστέψας λέγεται χύτρας ἀθόρας καὶ ἔτρους καὶ βομοῦν ἱδρύσασθαι. διὸ καὶ πυανέφια λέγεσθαι, οἷον πυαμέφια, διὰ τὸ πυάμονς πρότερον τοὺς πυάμονς καλεῖσθαι. ἤγον δὲ ἐσθ’ ὅτε ταῦτα καὶ ἐπὶ ἀποτροπῇ λιμοῦ. ἤδον δὲ παῖδες οὕτω·