Ancient Greek
169.6 to 170.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 169.6-170.3
Unproofread scanNot analysed yet
εἰρεσιώνη σῦκα φέρει καὶ πίονας ἄρτους μετὰ δὲ τὴν ἑορτὴν ἐξω ἀγρῶν τιθέασιν παρὰ τὰς θύρας. Κράτης δέ, φησίν, ἀφορίας ποτὲ κατασχούσης Ἀθήνας θαλλοὺς καταστέψαντας ἐρίοις ἱκετηρίαν ἀναθεῖναι Ἀπόλλωνι. ἀλλαχοῦ3) δὲ λέγεται καὶ ὅτι στέμμα λευχὸν καὶ φοινικοδν ἀπήρητο τοῦ θαλλοῦ καὶ ὅτι προετίθετο ἱεσὶα τῷ Ἀπόλλωνι καθ’ ἣν ἡμέραν οἱ περὶ Θησέα σωθῆναι δοκοῦσι, καὶ ὅτι καταχέσματα καὶ κύλικα οἴνου κεκραμένην καταχέοντες αὐτῆς ἐπέλεγον τὴν ὁμθεῖσαν φδὴν. 158. Eustath. p. 1158, 39. ἰστέον δὲ καὶ ὅτι ἐν τοῖς Αἰλίου Διονυσίου φέρεται καὶ ὡς Ἀττικὰ μὲν τὸ εἶτα1) καὶ ἔπειτα. τὸ δὲ εἴτεν, φησιν, καὶ ἔπειτεν Ἰωνικά. διό, φησι, καὶ παρ’ Ἡροδότῳ2) κεῖνται. 159. Eustath. p. 1401, 61. ἰστέον δὲ ὅτι τὸ (οὕτω τοὺς κρατήρας ἐπιστέφεσθαι) ἀνάπαλιν τοῦ ἐπιστέφαι ἐκστέφαι1) ὁ Παυσανίας φησίν. ἐκεῖνο μὲν γὰρ ἔστι πληρώσαι ποτοῦ, τοῦτο δὲ ἐκκενώσαι. ἐδήλου δὲ φησιν, ἐκστέφαι καὶ τὸ ἀποθέσθαι τι, ἐκ μεταφορᾶς τῶν τὰ στέμματα ἀποτιθεμένων.