Ancient Greek
171.2
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 171.2
Unproofread scanNot analysed yet
162. Eustath. p. 1944, 7. ἔνθα σημειωτέον καὶ ὅτι ἡ μὲν τοιαύτη θηλυκὸς ἐλαία ἐλέγετο, ἡ δὲ ἀγρία ἑλαῖος κατὰ Αἴλιον Διονύσιον, καὶ οὐχ ἀγριέλαιος¹). λέγει δὲ ὁ αὐτὸς καὶ ὅτι ἐλαίας καὶ ἐλάας²) Ἀττικοὶ τὸν καρπὸν ἔλεγον καὶ ἐλᾶς δυσύλλάβως καὶ ἐλαολογεῖν τὸ συλλέγειν ἐλαίας³). ἤν δέ, φησι, καὶ Ἐλαία⁴) πόλις ἐν Ἰταλίᾳ. ἐν μέντοι ἑτέρῳ ὁτορικῷ λεξικῷ γράφει, ὅτι Ἐλαία Αἰολὶς πόλις, Ἑλᾶ δὲ ἐν Ἰταλίᾳ.