Ancient Greek
171.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 171.3
Unproofread scanNot analysed yet
163. Eustath. p. 331, 26. ὁ δ' αὐτὸς¹) Παυσανίας ἱστορεῖ καὶ τινα Ἑμβαρον ἐπὶ εὐχῇ σοφίσασθαι. ἰδρύσατο γάρ, φησι²), Μουνυχίας Ἀρτέμιδος ἱερὸν. ἀρχτοῦ δὲ γενομένης ἐν αὐτῷ καὶ ὑπ' Ἀθηναίων ἀναιρεθείσης, λοιμὸς ἐπεγίνετο, οὐ δὲ ἀπαλλαγὴν ὁ θεὸς ἐχρησμόδησεν, εἰ τις τὴν θυγατέρα θύσει τῇ Ἀρτέμιδι. Βάρος δέ, ὁ Ἑμβαρος, ὑποσχόμενος οὕτω ποιήσειν ἐπὶ τῷ τὴν ἱερωσύνην τὸ γένος αὐτοῦ διὰ βίου ἔχειν διακοσμήσας τὴν θυγατέρα, αὐτὴν μὲν ἀπέκρυψεν ἐν τῷ ἀδύτῳ, αἴγα δὲ ἐσθῆτι κοσμήσας ὡς τὴν θυγατέρα ἔθυσεν. ὁθεν εἰς παροιμίαν, φησι, περιέστη Ἑμβαρος εἶ, τουτέστι νουνεχής, φρόνιμος³).