Ancient Greek
205.3
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 205.3
Unproofread scanNot analysed yet
253. Eustath. p. 1496, 51. μᾶσταξ δὲ οὐ μόνον ἡ τρυφὴ ὡς καὶ ἐν ἄλλοις, ἀλλὰ καὶ τὸ στόμα ὡς ἐνταῦθα. παρὰ τὸ μαστᾶσθαι δὲ γίνεται καὶ ἀμφότερα. τινὲς δὲ καὶ τὸ χείλος οὕτω φασίν. ἐν δὲ ῥητορικῷ λεξικῷ εὑρίσκεται καὶ μᾶστακες¹)· αἱ ἀκρίδες. καὶ λέγεται κεισθαι τοῦτο παρὰ Σοφοκλεῖ ἐν Φινεί (fr. 650. Nauck). ἐκεῖ δὲ ἐμφέρεται καὶ ὅτι μᾶσταξ αἱ ἐπὶ τοῦ ἄνω χείλους τρίχες. πᾶππος δ᾽ αἱ ἐπὶ τοῦ κάτω²). Ἔνθα σημειῶσαι ὡς ὁ παρὰ τοῖς ἄλλοις κοινῶς γεγόμενος μύσταξ διὰ τοῦ ν μᾶσταξ ἐκεῖσε διὰ τοῦ α γράφεται. Αἴλιος δὲ Διονύσιος καὶ μασταρύξειν³) φησὶ τὸ κακῶς μασθᾶσθαι καὶ βλακικῶς.