Ancient Greek
206.1 to 207.5
Pausanias, Ἀττικῶν ὀνομάτων συναγωγή 206.1-207.5
Unproofread scanNot analysed yet
Δῆμητρος καὶ Περσεφόνης. Αἴλιος δὲ Διονύσιος φησι, καὶ ὅτι μάγαρον²), οὐχὶ μέγαρον, εἰς ὃ τὰ μυστικὰ ἱερὰ κατατίθεται. 255. Eustath. p. 862, 16. μέσανλον¹) δὲ ἡ καὶ αὐλὴ καὶ ἐπανλις καὶ αὐλις. λέγεται δὲ καὶ ἐπὶ ἀνθρωπίνης οἰκήσεως ὡς δηλοῖ τὸ ὅτε οἱ μέσανλον ἔχοντο. οἱ δὲ παλαιοὶ σημειοῦνται, ὡς Ἄττικοι μὲν τὴν μέσην θύραν μέσανλόν²) φασι, μάλιστα μὲν οὖν τὴν μέσην δυοῖν αὐλαῖν, ὡς φησιν Αἴλιος Διονύσιος, ἣν καὶ μέτανλον αὐτὸς λέγει πρὸς ὁμοιότητα τοῦ μεθόριον³) καὶ μεταίχμιον. 256. Eustath. p. 1333, 34. ἰστέον δὲ ὅτι Ὀμηρος μὲν μήρινθον¹) οἶδε, Παυσανίας δὲ καὶ μετὰ τοῦ σ σμηρίνθους τινὰς. λέγει γὰρ ἐν τῷ κατ’ αὐτὸν λεξικῷ, ὅτι σμήρινθοι²) δεσμοὶ ἢ σπασμοί. Πλάτων Νόμων πρώτῳ (p. 644E)· ταῦτα τὰ πάθη, νεῦρα ἢ σμήρινθοί τινες ἐνιοῦσα, ὧπῷ τε ἡμᾶς καὶ ἀλλήλους ἀνδέλκονσιν. 257. Eustath. p. 310, 33. ἰστέον δὲ καὶ ὅτι μιλτωρνχία¹) ἐλέγετο τόπος, ἐν ᾧ μῖλτος ὀρύσσεται, καὶ ὅτι κατὰ τὸν Παυσανίαν μῖλτος ἐλέγετο καὶ ἡ ἐρυσίβη²). δρόσος δέ, φησιν, αὕτη καταληφθεῖσα ὑπὸ καύσωνος, ὑφ’ ἧς διαφθείρεται πᾶς σπόρμος καρπός. γουνδαν τοῦ μόλυβδος¹) διὰ τοῦ ν προέφερον οἱ ἀρχαῖοι, ὡς καὶ τοῦ βύβλος. Αἴλιος γοῦν Διονύσιός φησιν, ὅτι μόλυβδος διὰ τοῦ ν καὶ δ. ὅθεν δηλαδὴ ὁμοιόγραφος καὶ ἡ μολύβδαινα²). ἐν δὲ τῷ μόλιβος ὡς ἐτράπετ’ αἵμη διὰ μέτρου, φασίν, οὕτω γέγραπται. ἐπεὶ καὶ Ἰωνες ὁμοίως Ἀττικοῖς μόλυβδον λέγουσιν. 259. Eustath. p. 1539, 30. ὁ δὲ μόνιππος ἀνὴρ ὁμοιος τῷ κελητίζοντι. φησὶ γὰρ ὁ αὐτὸς Παυσανίας οὕτω· μόνιππος¹)· ὁ ἐπὶ ἑνὸς ἵππου ἀγωνιζόμενος δρόμῳ. 260. Eustath. p. 1476, 61. αἱ δὲ γε μυστίλαι¹), ὧν ἡ μὲν ἀρχουσα διὰ τοῦ ῦ, ἡ δὲ παραλήγουσα διὰ τοῦ ἰῶτα, ψωμοὶ εἰσὶ κοιλοὶ, οἷον μίστρα²) κατὰ Αἴλιον Διονύσιον, τούτεστιν μυστρία εἰπεῖν ἰδιωτικῶς. καὶ μυστιλάσθαι³) φησὶ τὸ οὕτως ἐσθίειν. κατὰ δὲ ἄλλους τὸ κοιλαίνειν ψωμοὺς.