Ancient Greek
296.1 to 296.2
Pelagius, Πελαγίου φιλοσόφου περὶ τῆς θείας ταύτης καὶ ἱερᾶς τέχνης (E Cod. Venet. Marc. 299, Fol. 62V) 296.1-2
Unproofread scanNot analysed yet
βαρὴν · σκιὰν δὲ χαλκοῦ νέφσον, τὴν παρ’ αὐτοῦ ἐγνινομένην ἐν τῷ ἀργύρῳ μελανίαν · οἶδας γὰρ ὅτι ὁ χαλκὸς οἰκονομηθεὶς καὶ ἐπι- 5 θληθεὶς τῷ ἀργύρῳ μελανοῖ αὐτὸν ἐξωθεν καὶ ἐσωθεν. Ταύτην οὖν τὴν μελάνωσιν τὴν γενομένην ἐν τῷ ἀργύρῳ σκιὰν αἱ γραφαὶ λέγουσιν · καὶ τούτου ἕνεκεν δεῖ οἰκονομεῖσθαι τὸν χαλκόν, ὥς μηκέτι δύναται ποιεῖν μελανίαν, ἐπιβαλλόμενος ἐν τῷ ἀργύρῳ. 2] Οὕτως δεῖ οἰκονομεῖσθαι τὸν χαλκόν, ἤγουν τὸν φυσικὸν χρυσόν, ὥς ἂν μηδεμίαν μελάνωσιν ἐμποιῇ ἐν τῷ ἀργύρῳ · διὰ τοῦτο γὰρ καὶ Δημόκριτος ἔλεγε · «Δοκίμαζε τὸν χαλκὸν εἰ γέγονεν 10 ἀσκιος · ἐὰν γὰρ μὴ γένηται ὁ χαλκὸς ἀσκιος, μὴ μέμψῃ τὸν χαλκόν, ἀλλὰ σεαυτὸν μέμψαι. »