Ancient Greek
296.3
Pelagius, Πελαγίου φιλοσόφου περὶ τῆς θείας ταύτης καὶ ἱερᾶς τέχνης (E Cod. Venet. Marc. 299, Fol. 62V) 296.3
Unproofread scanNot analysed yet
3] Οἰκονομεῖται δ’ ὁ χαλκὸς διὰ τοῦ θείου ὕδατος ζυμούμενος καὶ λειούμενος καὶ ὑππώμενος καὶ πλυνόμενος ». Πλύνεται δὲ, ρησίν, ὥς ὅλως ὁ ἰδς αὐτοῦ ἐξέλη. Καὶ ἐνθεν μνήσθητι τῶν φιλοσόφων εἰπόντων · 15 «Μετὰ τὴν τοῦ χαλκοῦ ἐξίωσιν καὶ μελάνωσιν καὶ ἐς ὑστερον λεύκωσιν, τότε ἔσται βεβαία ξάνθωσις · ἐξ ἐπιβολὰς γινομένας νόησον. Γίνεται οὖν ἰῶσις εἰς τοῦ θείου ὕδατος · ἐξίωσις δὲ, ἐν τῇ ἀποπλύσει · μελάνωσις δὲ, ὅταν πρὸ τῆς ἀποπλύσεως ὁ χρυσόλιθος μιγῇ · ἐξἰσχνωσις δὲ, ὅταν ἐν τῷ χρυσολίθῳ λειωθῇ · λεύκωσις δὲ, ὅταν μετὰ 20 τοῦ κουφολίθου ἀναλείωσιν ξηραίνεται · ξάνθωσις δὲ γίνεται ὅταν τὰ δυνάμενα ξανθῶσαι προσπλαχῇ καὶ (f. 63 v.) τοῖς μικροῖς βολδίτοις ἐντελῇ · αὗται αἱ ἐξ μεταβολαὶ γίνονται ἐν τῷ χαλκῷ, ἵνα βαρῇ · καὶ ἐὰν μὴ γένωνται πᾶσαι, οὐδὲν γίνεται · ὡς ἐὰν μὴ γίνηται ὁ χαλκὸς ἀσκιος ξανθὸς, οὐδὲν γίνεται.