Ancient Greek · ~1 min
ρϛ′. Πολυδεύκει.
Phalaridis Epistulae, Epistulae 1-106
Not analysed yet
Ἐρρωμενέστερον ἀδικοῦμαι τῷ παντὶ ἢ τιμωροῦμαι. Πολύδευκες, οὐχ ὥσπερ ἔφησθα καὶ πάσχειν με δεινὰ καὶ δρᾶν. ἐγὼ μὲν γὰρ καὶ δὶς καὶ τρὶς ἀδείας τοὺς αὐτοὺς τῶν ἐπιβουλευσάντων ἠξίωσα, τῶν δ’ ἀδικούντων οὐδείς ἐστιν, ὅστις ἐπὶ τοῖς πρώτοις ἁλοὺς κακοῖς ἔπειτα τὸ δεύτερον πονηρὸς ὀφθῆναι ᾐδέσθη.