Ancient Greek · ~1 min
ρζ′. Ἐγγυίνοις.
Phalaridis Epistulae, Epistulae 1-107
Not analysed yet
Οὔτε προφάσεως ἐνδεῖν μοι δοκῶ, δι’ ἣν ἂν δικαίως ὑμᾶς ἀμυναίμην, οὔτε βουλομένῳ ἐπεξιέναι δυνάμεως. βουλήσομαι δέ, ἂν μὴ νῦν γέ ποτε αἰδεσθέντες ἡμᾶς ἀπολύσητε τοὺς ἄνδρας, οὓς οὐδενὶ δικαίῳ, διότι δὲ τῷ κακῶς ἀπολουμένῳ Πασίωνι παρατριβομένῳ πρὸς ἡμᾶς ἔδοξε, τρίτον ἤδη μῆνα τοῦτον ἐν τῷ δεσμωτηρίῳ κατέχετε.