Ancient Greek
ριη′. Καμαριναίοις.
Phalaridis Epistulae, Epistulae 1-118
Not analysed yet
Καὶ εἰς Γέλαν ἔπεμψα καὶ εἰς Λεοντίνους, καὶ πρὸς ὑμᾶς πέμψαι δεῖν ᾠήθην, ὅπως μοι συλλάβησθε εἰς τὰ παρὸντα, οὐχ ὅπλων οὐδὲ ἵππων δεομένῳ οὐδὲ ἀνδρῶν, ὧν κενὴν εἶναι λέγετε τὴν πόλιν, ἀλλ’ ἀργυρίου. καὶ Λεοντῖνοι μὲν ἡμῖν ἔπεμψαν πέντε τάλαντα εὐθέως, Γελῶοι δὲ ὑπέσχηνται δέκα δώσειν. ὑμᾶς δ’ οὔτε βραδυτέρους Λεοντίνων οὔτε μικροπρεπεστέρους ἔσεσθαι Γελώων ὑπολαμβάνω.