Ancient Greek · ~3 min
ιθ′. Ἀστυπαλαιεῦσιν.
Phalaridis Epistulae, Epistulae 1-119
Not analysed yet
Οὔτε μᾶλλον ἀνιαθεὶς ἐν τῷ ζῆν ἐμαυτῷ σύνοιδα, μὰ τοὺς θεούς, ἄνδρες πολῖται, καίτοι πολλαῖς καὶ παραδόξοις χρησάμενος μεταβολαῖς, οὔτε πλέον ἡσθείς, ἄμοιρος γὰρ οὐδὲ τῶν τερπνῶν ἐγενόμην. ἠνιάθην μὲν οὖν ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ τῆς πατρίδος ἐξέπιπτον ἀδίκως, ὅπερ ἀλγεινότατόν ἐστι καὶ τοῖς δικαίως τοῦτο πάσχουσιν, ἥσθην δέ, ὅτι δημοσίᾳ μου μνησθέντες ἐγράψατέ μοι περὶ ὧν ὁ καιρὸς ὑμᾶς ἤπειγεν. ὡς γὰρ παρ’ ἑνὸς τῶν μάλιστα εὐνοουμένων καὶ περὶ ὑμᾶς ἐσπουδακότων ᾐτήσασθε, οὐ τοσοῦτον, ὡς ἔοικε, τοῦ λαβεῖν τι τῶν ἐψηφισμένων, ὅσον τοῦ μαρτυρῆσαι μὲν ἐμοὶ δημοσίᾳ τὸ μὴ δικαίως ἐξεληλάσθαι, καταγνῶναι δὲ τῶν τοῦτο δρασάντων. οὔτε γὰρ αἰτῆσαι χάριτας παρὰ τοῦ μὴ στεργομένου τις ἂν οὔτε λαβεῖν παρὰ τοῦ μὴ στέργοντος ὑπομείνειεν.