Ancient Greek
ιθ′. Ἀστυπαλαιεῦσιν.
Phalaridis Epistulae, Epistulae 3-8
Not analysed yet
(3) τοῦ μέντοι σεσῶσθαι τὰ πεμφθέντα, καίτοι πελαγίῳ παραβληθέντα κινδύνῳ, τῇ τύχῃ χάριν εἰδότες οὐκ ἂν ἁμαρτάνοιτε. οὐ μὴν ἀλλὰ καὶ **τῶν κομιζομένων ἀποδώσουσι μὲν ὑμῖν ὡμολογημένως οἱ πρέσβεις, δηλώσει δὲ καθέκαστα καὶ ὁ συναπεσταλμένος αὐτοῖς ἀνὴρ ὁ καὶ τὴν ἐπιστολὴν φέρων, Εὔβουλος, παρ’ οὗ τά τε εἴδη καὶ τὸν ἀριθμὸν λαβόντες τὰ μὲν ἄλλα διανείμασθε καθ’ ὃν ἂν προῄρησθε τρόπον, τοῖς χρήμασι δὲ πρὸς ἐπισκευὴν καὶ κόσμον τῆς πόλεως χρησάμενοι καλῶς ἂν εἴητε πεφρονηκότες, οὐ διὰ τὴν ἐμὴν παραίνεσιν, διὰ δὲ τὴν ὑμετέραν αὐτῶν εὐβουλίαν· οὐδεὶς γὰρ ἀλλοτρίᾳ προαιρέσει ἀλλὰ τῇ οἰκείᾳ χρηστὸς πέφυκεν. εἰ δ’, ὅπερ οὐδὲ λέγειν ἐφ’ ὑμῶν ἄξιον, τοῖς εἰς ἕτερον εἶδος δεδωρημένοις εἰς ἄλλο τι καταχρήσεσθε τῶν οὐκ ἀναγκαίων, εὖ ἴστε, ὅτι ὑμεῖς μᾶλλον ἂν μεμφθείητε τοῦ μὴ δεόντως προσενηνέχθαι τοῖς δωρηθεῖσιν ἢ ὁ δοὺς εὐλογηθείη τοῦ δεδωκέναι.