Ancient Greek
ιθ′. Ἀστυπαλαιεῦσιν.
Phalaridis Epistulae, Epistulae 2-19
Not analysed yet
(2) νῦν δὲ παρέδωκεν ὁ καιρὸς μέμψασθαι μὲν ὑμᾶς ὡς τοὺς πρώτους χρόνους μηδὲν αἰτησαμένους, εὐχαριστῆσαι δὲ τοῦ παρόντος, ἡνίκα αἰτεῖσθε ἅπερ ὑμεῖς μὲν οἱ λαβόντες δώσετε ταῖς ἀληθείαις (δέδεγμαι γὰρ ὑμῶν χάριν τὴν αἴτησιν), ἐγὼ δὲ ὁ μετὰ τοσαύτης ἡδονῆς διδοὺς λήψομαι μᾶλλον ἢ δώσω. τί γὰρ ἀνδρὶ φιλοπάτριδι κάλλιον καὶ μεγαλοπρεπέστερον ἢ δοκεῖν τοὺς ἑαυτοῦ πολίτας εὖ ποιεῖν; ὃ διὰ τῆς ἐπιστολῆς μοι τῆς ὑμετέρας πεπλήρωται. τοῦ μὲν οὖν βραδύτερον ἀφῖχθαι τὰς δωρεὰς ἢ παρ’ ὃν ἐβούλεσθε χρόνον μήτε ἐμὲ μήτε τοὺς πρέσβεις ὑμῶν αἰτιᾶσθε, τὸν δὲ χειμῶνα καὶ τὴν ὥραν τοῦ καθεστῶτος ἔτους. τὸ μὲν γὰρ ἐξ ἡμῶν προθυμίας οὐδ’ ἧστινος ἀπελείπετο, πλεῖν δὲ διὰ τὴν ὑπερβολὴν τοῦ χειμῶνος οὐδὲ μετὰ τῶν ἐσχάτων τολμημάτων ἦν.