Ancient Greek · ~3 min
1 to 4
PHANODICUS, Fragmenta 1-4
Not analysed yet
Ζήτης καὶ Καλαίς τε] Τούτους ἐκ διαφόρων τόπων συμπλεῦσαι τοῖς Ἀργοναύταις φασίν. Οἱ μὲν γὰρ ἐκ Θρᾴκης, ὡς Ἀπολλώνιος, Ἡρόδωρος δὲ ἐκ Δαυλίδος· Δοῦρις δὲ ἐξ Ὑπερβορέων. Καταλέγει δὲ τούτους καὶ Ἀντίμαχος. Φανόδικος δὲ ἐν αʹ Δηλιακῶν ἐξ Ὑπερβορέων φησὶν αὐτοὺς ἐλθεῖν ἐπὶ τὸν πλοῦν. Περὶ τῆς Ὀρτυγίας Φανόδικος ἐν τοῖς Δηλιακοῖς ἱστόρηκεν. Καὶ Νίκανδρος ἐν τρίτῃ Αἰτωλικῶν, ἐκ τῆς ἐν Αἰτωλίᾳ Ὀρτυγίας φησὶ τὴν Δῆλον ὀνομασθῆναι, γράφων οὕτως (cf. Müller. Dor. I, 377)· Οἱ δ ̓ ἐξ Ὀρτυγίης Τιτηνίδος ὁρμηθέντες. Φανόδικος δὲ περὶ τὴν Ἀθηναίων θάλασσαν εὑρεθῆναι, καὶ ἀνενεχθέντα εἰς ἄστυ, γενομένης ἐκκλησίας, Βίαντι πεμφθῆναι· διὰ τί δὲ, ἐν τῷ περὶ Βίαντος λέξομεν.