Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_PHANODICUS
PHANODICUS, Fragmenta 5
Not analysed yet
Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστείλαι τοῖς πατράσιν αὐτῶν. Χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος «τῷ σοφῷ,» Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρας—οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικος—εἰς τὴν ἐκκλησίαν, καὶ εἰπειν τὸν Βίαντα σοφὸν, διηγησαμένας τὰ καθ ̓ ἑαυτάς. Καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο. Οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι.