Ancient Greek
143
Pherecrates Comic., Fragmenta 143
Unproofread scanNot analysed yet
εἴτ' ἔκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια πλατέα, τοίχους οὐχ ἔχοντ' ἀλλ' αὐτὸ τοῦδαφος μόνον, κούχὶ χωροῦντ' οὔδὲ κόργην, ἐμφερῆ γευστηρίοις· σφίσι δέ γ' αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὀλκάδας οἰναγωγούς, περιφερεῖς, λεπτὰς, μέσας γαστρούδας, οὐχ ἁβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι αὐθ', ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ. εἴθ' ὅταν τὸν οἶνον αὐτὰς αἰτιάμεθ' ἐκπτεῖν, λοιδοροῦνται κώμνύουσι μὴ 'κπτεῖν ἀλλ' ἡ μίαν. ἡ δὲ κρεῖττων ἡ μὲ ἐστὶ χιλίων ποτηρίων.