Ancient Greek
144
Pherecrates Comic., Fragmenta 144
Unproofread scanNot analysed yet
γυμψὸ φυλακὴν ἐπιτάττειν ΜΟΣ. λέξω μὲν οὐκ ἄκουσα, σοί τε γὰρ κλύειν ἐμοί τε λέξαι μῦθον ἡδονὴν ἔχει. ἐμοὶ γὰρ ἦρξε τῶν κακῶν Μελανιππίδης, ἐν τοῖσι πρώτοις ὃς λαβὼν ἄνῃκέ με χαλαρωτέραν τ’ ἐποίησε χορδαῖς δώδεκα. ἀλλ’ οὖν ὧμως οὗτος μὲν ἦν ἀποχρῶν ἄνῃρ ἐμοιγε . . . πρὸς τὰ νῦν κακά. Κυνσίας δέ μ’ ὁ κατάρατος Ἀττικὸς, ἐξαρμονίουσ καμπὰς ποιῶν ἐν ταῖς στροφαῖς, ἀπολώλεχ’ οὕτως, ὥστε τῆς ποιήσεως τῶν διθυράμβων, καθάπερ ἐν ταῖς ἀσπίσιν, ἀριστερ’ αὐτοῦ φαίνεται τὰ δεξιὰ. ἀλλ’ οὖν ἀνεκτὸς οὗτος ἦν ὧμως ἐμοί. Φρύνις δ’ ἰδιον στρόβιλον ἐμβαλὼν τινα, κάμπτων με καὶ στρέφων ὀλὴν διέφθορεν, ἐν ἑπτὰ χορδαῖς δώδεχ’ ἀρμονίας ἔχων. ἀλλ’ οὖν ἐμοιγε χοῦτος ἦν ἀποχρῶν ἄνῃρ· εἰ γὰρ τι κάξῃμαρτεν, αὐθὶς ἀνέλαβεν. ὁ δὲ Τιμόθεος μ’, ὦ φιλάτη, κατορώρυχεν καὶ διακέκναικ’ αἰσχίστα. ΔΙΚΑΙΟΣ. ποῖος οὕτοσι ὁ Τιμόθεος; Μ. Μιλήσιός τις Πυρρίας. κακά μοι παρέχων ἅπαντας οὗτος οὓς λέγω παρελήλυθ’ ἀγαπῶν ἐκτραπέλους μυρμηκιάς. κἄν ἐντύχῃ ποῦ μοι βαδίζούση μόνη, ἀπέδυσε κάνέλυσε χορδαῖς δώδεκα. Plutarchus Mor. 1141. 2 τὸ παλαιὸν . . . συμβεβήκει τοὺς αὐλητὰς παρὰ τῶν ποιητῶν λαμβάνειν τοὺς μισθούς, πρωταγωνιζούσης δηλονότι τῆς ποιήσεως, τῶν δ’ αὐλητῶν ὑπηρετούντων τοῖς διδασκалоις. ὕστερον δὲ καὶ τοῦτο διεφθάρη, ὡς καὶ Φερεκράτην τὸν κωμικὸν εἰσαγαγεῖν τὴν Μουσικὴν ἐν γυναικεῖ σχήματι, ὀλὴν κατηκισμένην τὸ σῶμα. ποιεῖ δὲ τὴν Δικαιοσύνην διαπυνθανομένην τὴν αἰτίαν τῆς λῶβης καὶ τὴν Ποίησιν (corrīgunt Μουσικὴν) λέγουσαν· λέξω