Ancient Greek
1 to 5
PHERECYDES, Fragmenta 1-5
Not analysed yet
Ὑσία, πόλις Βοιωτίας. . . . Ἔστι καὶ Ἀρκαδίας πόλις, ὡς Φερεκύδης πρώτῳ. Φερεκύδης φησὶν, ὅτι Κρόνος ἀπεικασθεὶς ἵππῳ ἐμίγη Φιλύρᾳ τῇ Ὠκεανοῦ, καὶ διὰ τοῦτο διφυὴς ὁ Χείρων. Ὠρίωνα Ἄρτεμις ἀπέκτεινεν ἐν Δήλῳ· τοῦτον γηγενῆ λέγουσιν ὑπερμεγέθη τὸ σῶμα· Φερεκύδης δὲ αὐτὸν Ποσειδῶνος καὶ Εὐρυάλης λέγει. Συγκυνηγῶν δὲ οὗτος (Orion) Ἀρτέμιδι, ἐπεχείρησεν αὐτὴν βιάσασθαι. Ὀργισθεῖσα δὲ ἡ θεὸς, ἀνέδωκεν ἐκ τῆς γῆς σκορπίον, ὃς αὐτὸν πλήξας κατὰ τὸν ἀστράγαλον, ἀπέκτεινε· Ζεὺς δὲ συμπαθήσας κατηστέρισεν αὐτόν. Διὸ τοῦ Σκορπίου ἀνατέλλοντος, Ὠρίων δύνει. Ἡ ἱστορία παρ ̓ Εὐφορίωνι. Φερεκύδης δέ φησιν, ὅτι Ζεὺς Ἐλάρῃ τῇ Ὀρχομενοῦ μιγεὶς, ὦσεν αὐτὴν εἰς τὴν γῆν ἤδη κύουσαν, δεδιὼς τὴν τῆς Ἥρας ζηλοτπίαν. Ἐκείνης δὲ τεθνηκυίας, ἡ γῆ ἀνέδωκε Τιτυόν. Καὶ διὰ τοῦτο γηγενὴς ἐκλήθη. Ὅτι ὑπὸ Ἀπόλλωνος καὶ Ἀρτέμιδος ἐτελεύτησε τοξευθεὶς (ὁ Τιτυὸς), Φερεκύδης φησίν. Ἐπάγει δὲ καὶ αὐτὸς, ὅτι τοξευθεὶς ὁ Τιτυὸς ὑπὸ τῆς Ἀρτέμιδος καὶ φονευθεὶς, παράδειγμα τοῖς μετὰ ταῦτα γέγονεν, ὅπως ἂν [μή] τις τῶν δυνατῶν ἐπιθυμιῶν ὀρέγηται.