Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 6
Not analysed yet
Ἀκουσίλαος ὁ Ἀργεῖος ἐκ Καβείρης καὶ Ἡφαίστου Κάμιλον λέγει. Τῶν δὲ, τρεῖς Καβείρους, ὧν Νύμφας Καβείραδας. Φερεκύδης δ ̓ ἐξ Ἀπόλλωνος καὶ Ῥυτίας Κορύβαντας ἐννέα· οἰκῆσαι δ ̓ αὐτοὺς ἐν Σαμοθράκῃ· ἐκ δὲ Καβείρης τῆς Πρωτέως, καὶ Ἡφαίστου, Καβείρους τρεῖς, καὶ Νύμφας τρεῖς Καβειρίδας· ἑκατέροις δ ̓ ἱερὰ γενέσθαι· μάλιστα μὲν οὖν ἐν Λήμνῳ καὶ Ἴμβρῳ Καβείρους τιμᾶσθαι συμβέβηκεν· ἀλλὰ καὶ ἐν Τροίᾳ κατὰ πόλεις· τὰ δ ̓ ὀνόματα αὐτῶν ἐστὶ μυστικά.