Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 103
Not analysed yet
Φερεκύδης· Αἴτωνος (υἱὸς Ἰξίων). Φησὶ δὲ ὡς γαμήσας Δίαν τὴν Ἠϊονέως θυγατέρα, πολλὰ ὑπέσχετο δώσειν δῶρα (cod. Paris. ἕδνα). Ἐλθόντος δὲ ἐπὶ ταῦτα τοῦ Ἠϊονέως, βέρεθρον ποιήσας καὶ πυρακτώσας σκεπάζει αὐτὸ λεπτοῖς ξύλοις καὶ κόνει λεπτῇ. Ἐμπεσὼν δὲ ὁ Ἡϊονεὺς ἀπόλλυται. Λύσσα δὲ τῷ Ἰξίονι ἐνέπεσε διὰ τοῦτο, καὶ οὐδεὶς αὐτὸν ἤθελεν ἁγνίσαι οὔτε θεῶν οὔτε ἀνθρώπων. Πρῶτος γὰρ ἐμφύλιον ἄνδρα ἀπέκτεινεν. Ἐλεήσας δὲ αὐτὸν ὁ Ζεὺς ἁγνίζει, καὶ ἁγνισθεὶς ἠράσθη τῆς Ἥρας. Ὁ δὲ Ζεὺς νεφέλην ὁμοιώσας Ἥρᾳ, παρακοιμίζει αὐτῷ. Καὶ ὕστερον ποιήσας τετράκνημον τροχὸν, καὶ δεσμεύσας αὐτὸν, τιμωρεῖται. —