Ancient Greek
103 to 105
PHERECYDES, Fragmenta 103-2-105
Not analysed yet
Τὸν Ἰξίονα οἱ μὲν Ἀντίωνος γενεαλογοῦσιν, ὡς Αἰσχύλος· Φερεκύδης δὲ, Πεισίωνος· ἔνιοι δὲ, Ἄρεος· οἱ δὲ, Φλεγύα· Ἀσκληπιάδης δὲ ἐν τῷ τρίτῳ τῶν τραγῳδουμένων οὕτω γράφει. Προσιστοροῦσι δὲ ἔνιοι, ὡς καὶ μανείη ὁ Ἰξίων, ὡς καὶ Φερεκύδης. Καὶ τὴν ἐπὶ τοῦ τροχοῦ δὲ κόλασιν αὐτῷ παρεγκεχειρήκασιν. Ὑπὸ γὰρ δίνης καὶ θυελλῶν αὐτὸν ἐξαρπασθέντα φθαρῆναί φασιν. Περὶ δὲ τῆς Θρᾳκίας Σαρπηδονίας πέτρας, ὅτι πρὸς τῷ Αἴμῳ ὄρει ἔστὶ, Φερεκύδης φησὶ, περὶ τῆς ἁρπαγῆς ἱστορῶν τῆς Ὠρειθυίας. Περὶ οὗ (Δαιδάλου) Φερεκύδης φησὶν οὕτω· «Μητίνῳ (leg. Μητίονι) δὲ τῷ Ἐρεχθέως καὶ Ἰφινόῃ γίγνεται Δαίδαλος, ἀφ ̓ οὗ ὁ δῆμος καλεῖται Δαιδαλίδαι Ἀθήνησι.»