Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 109
Not analysed yet
Ἴστρος ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τῶν Ἀττικῶν, καταλέγων τὰς τοῦ Θησέως γενομένας γυναῖκας, φησὶ τὰς μὲν αὐτῶν ἐξ ἔρωτος γεγενῆσθαι, τὰς δ ̓ ἐξ ἁρπαγῆς, ἄλλας δ ̓ ἐκ νομίμων γάμων. Ἐξ ἁρπαγῆς μὲν Ἑλένην, Ἀριάδνην, Ἱππολύτην· καὶ τὰς Κερκύονος καὶ Σίνιδος θυγατέρας· νομίμως δ ̓ αὐτὸν γῆμαι Μελίβοιαν, τὴν Αἴαντος μητέρα, γυναῖκα· Ἡσίοδος δέ φησιν καὶ Ἵππην καὶ Αἴγλην, δι ̓ ἣν καὶ τοὺς πρὸς Ἀριάδνην ὅρκους παρέβη, ὥς φησι Κέρκωψ. Φερεκύδης δὲ προστίθησι καὶ Φερέβοιαν.