Ancient Greek
106 to 108
PHERECYDES, Fragmenta 106-2-108
Not analysed yet
Pherecydes refert, Thesea pro salute atque reditu suo Ἀπόλλωνι Οὐλίῳ καὶ Ἀρτέμιδι Οὐλίᾳ. Ἐπεὶ κατέπλευσεν εἰς Κρήτην, ὡς μὲν οἱ πολλοὶ γράφουσι καὶ ᾄδουσι, παρὰ τῆς Ἀριάδνης ἐρασθείσης τὸ λίνον λαβὼν, καὶ διδαχθεὶς ὡς ἔστι τοῦ λαβυρίνθου τοὺς ἑλιγμοὺς διεξελθεῖν, ἀπέκτεινε τὸν Μινώταυρον, καὶ ἀπέπλευσε τὴν Ἀριάδνην ἀναλαβὼν καὶ τοὺς ἠϊθέους. Φερεκύδης δὲ καὶ τὰ ἐδάφη τῶν Κρητικῶν νεῶν φησιν ἐκκόψαι τὸν Θησέα, τὴν δίωξιν ἀφαιρούμενον. Ἀλόπη, πόλις Θεσσαλίας, ἀπὸ Ἀλόπης τῆς Κερκυόνος, ὡς Φερεκύδης. . . . Ἔστι δὲ μεταξὺ Λαρίσσης τῆς Κρεμαστῆς καὶ Ἐχίνου. Φερεκύδης ἡνίοχον τὸν Φόρβαντα, φησὶ, Θησέως. Σὺν ᾧ καὶ τὴν Ἀμαζόνα ἁρπάζει.