Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 20
Not analysed yet
Θουκυδίδης . . . ἀπόγονος τῶν εὐδοκιμωτάτων στρατηγῶν, λέγω δὴ τῶν περὶ Μιλτιάδην καὶ Κίμωνα. ᾨκείωτο δὲ ἐκ παλαιοῦ τῷ γένει πρὸς Μιλτιάδην τὸν στρατηγόν· τῷ δὲ Μιλτιάδῃ, πρὸς Αἰακὸν τὸν Διός. Οὕτως αὐχεῖ τὸ γένος ὁ συγγραφεὺς ἄνωθεν. Καὶ τούτοις Δίδυμος μαρτυρεῖ, Φερεκύδην ἐν τῇ πρώτῃ τῶν ἱστοριῶν φάσκων οὕτως λέγειν· «Φιλαίας δὲ ὁ Αἴαντος οἰκεῖ ἐν ταῖς Ἀθήναις. Ἐκ τούτου δὲ γίγνεται Δάϊκλος, τοῦ δὲ Ἐπίδυκος, τοῦ δὲ Ἀκέστωρ, τοῦ δὲ Ἀγήνωρ, τοῦ δὲ Ὄλιος, τοῦ δὲ Λύκης, τοῦ δὲ Τύφων, τοῦ δὲ Λάϊος, τοῦ δὲ Ἀγαμήστωρ, τοῦ δὲ Τίσανδρος, ἐφ ̓ οὗ ἄρχοντος ἐν Ἀθήναις. **τοῦ δὲ Μιλτιάδης, τοῦ δὲ Ἱπποκλείδης, ἐφ ̓ οὗ ἄρχοντος Παναθήναια ἐτέθη. **τοῦ δὲ Μιλτιάδης, ὃς ᾤκισε Χεῤῥόνησον.»