Ancient Greek
21 to 22
PHERECYDES, Fragmenta 21-22
Not analysed yet
Φερεκύδης ἐν δευτέρῳ, Τυφῶνος καὶ Ἐχίδνης τῆς Φόρκυνος (cod. Paris. addit εἶναι) φησὶ τὸν ἀετὸν τὸν ἐπιπεμφθέντα Προμηθεῖ. Καὶ ὅτι δὲ (cod. Paris. quasi sequentia non sint e Pherecyde petita, habet φασὶ δὲ, ὅτι) ὁ ἀετὸς ἤσθειν τῆς ἡμέρας τοῦ ἥπατος, τὸ δὲ λειπόμενον ηὔξετο τῆς νυκτὸς, καὶ ἐγίνετο ἴσον. Ἄργον τὸν πανόπτην Ἀσκληπιάδης μὲν Ἀρέστορος λέγει υἱόν· Φερεκύδης δὲ, Ἰνάχου· Κέρκωψ δὲ, Ἄργου καὶ Ἰσμήνης τῆς Ἀσωποῦ θυγατρός· Ἀκουσίλαος δὲ γηγενῆ αὐτὸν λέγει.