Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 22
Not analysed yet
Φερεκύδης ἐπὶ τοῦ ἰνίου φησὶν αὐτὸν (Ἄργον) ἔχειν ὀφθαλμὸν, ἅμα δηλῶν ὅτι δύο ἐγένοντο Ἄργοι. Γράφει δὲ οὕτως· «Ἄργος ὁ Διὸς γαμεῖ Πειθὼ, τὴν Ὠκεανοῦ θυγατέρα. Τοῦ δὲ γίνεται Κρίασος, τοῦ δὲ Ἐρευθαλίων [ἀφ ̓ οὗ Ἐρευθαλία πόλις καλεῖται ἐν Ἄργει] καὶ Φόρβας. Τοῦ δὲ γένεται Ἀρέστωρ, τοῦ δὲ Ἄργος, ᾧ Ἥρα ὀφθαλμὸν τίθησιν ἐν τῷ ἰνίῳ, καὶ τὸν ὕπνον ἐξαιρεῖται, καὶ ὑφίσταται καὶ φύλακα αὐτὸν τῆ Ἰοῖ. Ἔπειτα Ἑρμῆς αὐτὸν κτείνει.