Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 34
Not analysed yet
Ἴφιτος, Εὐρύτου μὲν παῖς, Οἰχαλιεὺς δὲ τὸ γένος, ἀπολομένων αὐτῷ τῶν ἵππων, περιῄει τὰς πέριξ ἐρευνῶν πόλεις, εἴ που φανεῖεν. Πολυίδου δὲ τοῦ μάντεως εἰπόντος αὐτῷ μὴ παραγίνεσθαι εἰς Τίρυνθα χάριν ζητήσεως· οὐ γὰρ εἶναι συμφέρον· λέγεται παρακούσαντα παραγενέσθαι. Τὸν δὲ Ἡρακλέα μηχανῇ τινι καὶ στρατηγίᾳ συνεφελκυσάμενον αὐτὸν ἄγειν εἰς ἐπίκρημνον τεῖχος. Καὶ καταστρέψαι διὰ τὸ πρὸς αὐτὸν ἔχειν ἔγκλημα καὶ τὸν πατέρα, ὅτι τελευτήσαντι αὐτῷ τὸν ἆθλον, τὴν Ἰόλην γαμεῖν οὐκ ἔδωκαν, ἀλλ ̓ ἀτιμάσαντες ἀπέπεμψαν. Λέγεται δὲ ὡς ἀγανακτήσας ὁ Ζεὺς ἐπὶ τῇ ξενοκτονίᾳ, προσέταξεν Ἑρμῇ λαβόντα τὸν Ἡρακλέα πωλῆσαι δίκην τοῦ φόνου. Τὸν δὲ εἰς Λυδίαν ἀγαγόντα τῆ τῶν τόπων βασιλευούσῃ Ὀμφάλῃ δοῦναι τριῶν τιμηθέντα ταλάντων. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.