Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 35
Not analysed yet
Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν, γενόμενος κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶ τὴν Μεροπίδα, ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς. Βιασάμενος, δὲ, καὶ ὡς λῃστὴς ἐπιβὰς, ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ. Μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ, Θεσσαλὸν ἐγέννησε. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.