Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 36-2
Not analysed yet
πρὸς δύο οὐδ ̓ ὁ Ἡρακλῆς] Ταύτης (scil. Τῆς παροιμίας, qua Plato uitur in Phaedone p. 89, C) τὴν αἰτίαν ὁ Δοῦρις οὕτως ἀφηγεῖται. Ἡρακλέα φησὶ βωμὸν δειμάμενον ἐπὶ τῷ Ἀλφειῷ, πυγμῆς ἀγῶνα καταθεῖναι, καὶ νικήσαντα τὴν ἑξῆς Ὀλυμπιάδα, πάλιν ἀγωνιζόμενον, ὑπὸ Ἐλάτου καὶ Φεράνδρου πάλῃ ληφθῆναι, καὶ ἐξ ἐκείνου τὸ, Πρὸς δύο οὐδ ̓ ὁ Ἡρακλῆς, παροιμιασθῆναι. Ἐχεφυλλίδας δὲ, αὐτὸν ὑπὸ Κτεάτου καὶ Εὐρύτου, τῶν Μολιονιδῶν, ἡττηθῆναι κατὰ τὴν ἐπ ̓ Αὐγείᾳ στρατείαν· διωχθέντα δὲ ἄχρι τῆς Βουπράσιδος, καὶ περιβλεψάμενον, ὡς οὐδεὶς ἐξίκετο τῶν πολεμίων, ἀναψύξαι τε, καὶ ἐκ τοῦ παραῤῥέοντος ποταμοῦ πιόντα, προσαγορεῦσαι· τοῦτο ἡδὺ ὕδωρ· ὃ νῦν δείκνυται ἰόντων ἐκ Δύμης εἰς Ἦλιν, καλούμενον ὑπὸ τῶν ἐγχωρίων βαδὺ ὕδωρ. Τὰ δὲ αὐτὰ καὶ Φερεκύδης, καὶ Κώμαρχος, καὶ Ἴστρος ἐν τοῖς Ἠλιακοῖς ἱστοροῦσι. Καὶ διὰ τοῦ (??)θεωροὺς τοὺς Μολιονίδας ἰόντας εἰς Κόρινθον λοχήσαντα τὸν Ἡρακλῆ περὶ Κλεωνὰς ἀποκτεῖναι· ὅθεν Ἠλείοις ἀπώμοτον εἶναι τὰ Ἴσθμια ἀγωνίζεσθαι, ὅτι θεωροὺς πεμφθέντας εἰς τὸν Ἰσθμὸν τοὺς Μολιονίδας ἑλὼν Ἡρακλῆς ὑπὸ Κορινθίων ἐδέχθη.