Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 36
Not analysed yet
Κτέατος καὶ Εὔρυτος παῖδες μὲν ἦσαν Ποσειδῶνος καὶ Μολιόνης τοῦ (l. τῆς) Μόλου, ἐπίκλησιν δὲ Ἄκτορος. Οὗτοι παρηλλαγμένην φύσιν τῶν λοιπῶν ἔσχον ἀνθρώπων. Διφυεῖς γὰρ ἦσαν, ἔχοντες ἑκάτερος δύο κεφαλὰς, τέσσαρας δὲ χεῖρας, πόδας τοὺς ἴσους, ἓν δὲ σῶμα. Διὰ τοῦτο τοὺς πολεμικοὺς καὶ γυμνικοὺς ἐνίκων ἀγῶνας. Ἡρακλῆς δὲ πολεμῶν, καὶ μὴ δυνάμενος κατὰ τοὐμφανὲς αὐτῶν περιγενέσθαι, συμμαχόντων Αὐγέᾳ, λοχήσας ἀνεῖλεν αὐτοὺς, καὶ οὕτως ἐπόρθησε τὴν Ἦλιν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.