Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 44
Not analysed yet
Φερεκύδης ἐν τῇ πέμπτη (cod. Paris. ἐν ζ') οὕτω φησίν· «Ἐπειδὴ Κάδμος κατῳκίσθη ἐν Θήβῃσιν, Ἄρης διδοῖ αὐτῷ καὶ Ἀθηναίη τοῦ ὄφιος τοὺς ἡμίσεις ὀδόντας, τοὺς δὲ ἡμίσεις Αἰήτῃ· καὶ ὁ Κάδμος αὐτίκα σπείρει αὐτοὺς εἰς τὴν ἄρουραν, Ἄρεος κελεύσαντος, καὶ αὐτῷ ἀναφύονται ἄνδρες (codex Paris. addit πολλοὶ) ὡπλισμένοι. Ὁ δὲ Κάδμος δείσας, βάλλει αὐτοὺς λίθοισιν. Οἱ δὲ δοκέοντες ὑφ ̓ ἑαυτῶν (codex Paris. ὑπ ̓ ἀλλήλων) βάλλεσθαι, κτείνουσί τε ἀλλήλους καὶ θνήσκουσι, πλὴν πέντε ἀνδρῶν, Οὐδαίου, χθονίου, Ἐχίονος, Πέλωρος, Ὑπερήνορος· καὶ αὐτοὺς ὁ Κάδμος ποιεῖται πολίτας, κατοικίσας αὐτοὺς (Phav. Κάδμος πολίτας κατῴκισεν) ἐν Θήβαις.