Ancient Greek
44 to 46
PHERECYDES, Fragmenta 44-2-46
Not analysed yet
Φερεκύδης διττά φησιν εἶναι σπαρτῶν γένη. Τὸν γὰρ Ἄρη καὶ τὴν Ἀθηνᾶν, τοὺς μὲν ἡμίσεις τῶν ὀδόντων Κάδμῳ δοῦναι, τοὺς δὲ ἡμίσεις Αἰήτῃ. Φερεκύδης δέ φησιν, ὅτι Κάδμος, ἰδὼν ἐκ γῆς ἀναφυομένους ἄνδρας ἐνόπλους, ἐπ ̓ αὐτοὺς ἔβαλε λίθους· οἱ δὲ, ὑπ ̓ ἀλλήλων νομίζοντες βάλλεσθαι, εἰς μάχην κατέστησαν. Ἔδωκε δὲ αὐτῇ Κάδμος πέπλον, καὶ τὸν Ἡφαιστότευκτον ὅρμον, ὃν ὑπὸ Ἡφαίστου λέγουσί τινες δοθῆναι Κάδμῳ, Φερεκύδης δὲ ὑπὸ Εὐρώπης· ὃν παρὰ Διὸς αὐτὴν λαβεῖν. Ὕης, Ὕου· ἐπίθετον Διονύσου, ὡς Κλείδημος. Ἐπειδὴ, φησὶν, ἐπιτελοῦμεν τὰς θυσίας αὐτῷ, καθ ̓ ὃν ὁ θεὸς ὕει χρόνον. Ὁ δὲ Φερεκύδης, τὴν Σεμέλην Ὕην λέγεσθαι· καὶ τὰς τοῦ Διονύσου τροφοὺς, Ὑάδας. Θαλῆς μὲν δύο αὐτὰς (Hyadas) εἶπεν εἶναι, τὴν μὲν βόρειον, τὴν δὲ νότιον. Εὐριπίδης δὲ ἐν τῷ Φαέθοντι, τρεῖς. Ἀχαιὸς δὲ, δ ̓. Ἱππίας δὲ καὶ Φερεκύδης, ζ'. Ἡ δὲ προσωνυμία ἐστὶν, ὅτι τὸν Διόνυσον ἀνεθρέψαντο. Ὕης δὲ, ὁ Διόνυσος