Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 46
Not analysed yet
Τοὺς ἐπὶ τῶν κεράτων τοῦ Ταύρου ἑπτὰ ἀστέρας κειμένους. Καλοῦνται δὲ Ὑάδες, ἤτοι διὰ τὴν πρὸς τὸ Υ στοιχεῖον ὁμοιότητα, ἢ ἐπειδὴ αἴτιοι ὄμβρων καὶ ὑετῶν καθίστανται. Ζεὺς ἐκ τοῦ μηροῦ γεννηθέντα Διόνυσον ταῖς Δωδωνίσι Νύμφαις τρέφειν ἔδωκεν, Ἀμβροσίᾳ, Κορωνίδι, Εὐδώρῃ, Διώνῃ, Αἰσύλῃ, Πολυξοῖ. Αὗται θρέψασαι τὸν Διόνυσον, περιῄεσαν σὺν αὐτῷ, τὴν εὑρεθεῖσαν ἄμπελον ὑπὸ τοῦ θεοῦ τοῖς ἀνθρώποις χαριζόμεναι. Λυκοῦργος δὲ μέχρι τῆς θαλάσσης συνεδίωξε τὸν Διόνυσον. Ἐκείνας δὲ ἐλεήσας ὁ Ζεὺς κατηστέρισεν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.