Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 50
Not analysed yet
Φερεκύδης δὲ (φησὶν) ὑπὸ Ἀθηνᾶς αὐτὸν τυφλωθῆναι. Οὖσαν γὰρ τὴν Χαρικλῶ προσφιλῆ τῇ Ἀθηνᾷ . . . . γυμνὴν ἐπὶ πάντα ἰδεῖν· τὴν δὲ, ταῖς χερσὶ (τοὺς ὀφθαλμοὺς) αὐτοῦ καταλαβομένην, πηρὸν ποιῆσαι· Χαρικλοῦς δὲ δεομένης ἀποκαταστῆσαι πάλιν τὰς ὁράσεις, μὴ δυναμένην τοῦτο ποιῆσαι, τὰς ἀκοὰς διακαθάρασαν πᾶσαν ὀρνίθων φωνὴν ποιῆσαι συνιέναι, καὶ σκῆπτρον αὐτῷ δωρήσασθαι κυάνεον, ὃ φέρων ὁμοίως τοῖς βλέπουσιν ἐβάδιζεν. Οὖσαν γὰρ τὴν Χαρικλὼ sqq. Heynius probabiliter emenat: οὖσαν γὰρ τῇ Χαρικλοῖ προσφιλῆ τὴν Ἀθηνᾶν αὐτὸν γυμνὴν ἰδεῖν.