Ancient Greek
51 to 56
PHERECYDES, Fragmenta 51-56
Not analysed yet
Φασὶν ἐν τῷ Θηβαϊκῷ πολέμῳ Τυδέα τρωθέντα ὑπὸ Μεναίππου τοῦ Ἀστακοῦ σφόδρα ἀγανακτῆσαι. Ἀμφιάρεων δὲ φονεύσαντα αὐτὸν δοῦναι τὴν κεφαλὴν Τυδεῖ. Τὸν δὲ δίκην θηρὸς ἀναπτύξαντα ῥοφεῖν τὸν ἐγκέφαλον. Κατ ̓ ἐκεῖνο δὲ καιροῦ παρεῖναι Ἀθηνᾶν, ἀθανασίαν αὐτῷ ἐξ οὐρανοῦ φέρουσαν, καὶ διὰ τὸ μύσος ἀπεστράφθαι. Τὸν δὲ θεασάμενον, παρακαλέσαι, κἂν τῷ παιδὶ αὐτοῦ χαρίσασθαι τὴν ἀθανασίαν. Ἱστορεῖ Φερεκύδης. Ὀ Πίνδαρος τὴν Πρωτογένειαν ἀναρπασθεῖσαν ὑπὸ τοῦ Διὸς εἰς τὸ Μαίναλον τῆς Ἀρκαδίας ὄρος κομισθῆναι, τὴν δὲ Πρωτογένειαν Ὀποῦντος τοῦ Ἠλείων βασιλέως φησὶ θυγατέρα, ἄλλων τὴν Πρωτογένειαν Πύῤῥας καὶ Δευκαλίωνος λεγόντων, ὡς Φερεκύδης φησὶν ἐν τῷ ε'. Ταύτην (matrem Phrixi) ὁ μὲν Πίνδαρος ἐν ὕμνοις, Δημωτικήν φησιν· Ἱππίας δὲ, Γοργῶπιν· Σοφοκλῆς δὲ ἐν Ἀθάμαντι, Νεφέλην· Φερεκύδης, Θεμιστώ· ὃς καὶ φησὶ, τῶν καρπῶν φθειρομένων ἐκ ταυτομάτου, ἐθελούσιον δοῦναι ἑαυτὴν εἰς σφαγήν. Οὗτος (ὁ κριὸς) ὁ Φρίξον διακομίσας καὶ Ἕλλην. Ἄφθιτος δὲ ὢν, ἐδόθη αὐτοῖς ὑπὸ Νεφέλης τῆς μητρός. Εἶχε δὲ χρυσῆν δορὰν, ὡς Ἡσίοδος καὶ Φερεκύδης εἰρήκασι. Φερεκύδης ἐν ἕκτῳ (codex Paris. omittit verba ἐν ἕκτῳ) Εὐηνίαν (Νηνίαν idem) αὐτήν φησι καλεῖσθαι. Ἰοφῶσσα· ἡ χάλκειος, ὥς φησι Φερεκύδης. Ὑπερεία δὲ κρήνη ἐν ταῖς Φεραῖς. . . . Φασὶ δέ τινες, ἀπὸ Ὑπέρητος λαβεῖν αὐτὴν τοὔνομα, ὡς Φερεκύδης. Φησὶ γὰρ οὕτω· «Μέλας ὁ Φρίξου γαμεῖ Εὐρύκλειαν. Τῶν δὲ γίνεται Ὑπέρης, ὃς ᾤκει ἐπὶ τῇ κρήνῃ τῇ ἀπ ̓ αὐτοῦ κλθείσῃ Ὑπερείᾳ. Νηλεὺς ὁ Ποσε δῶνος καὶ Τυροῦς παῖς, ἐξελασθεὶς ὑπὸ Πελίου τοῦ ἀοελφοῦ τῆς Ἰωλκοῦ, ἀφίκετο εἰς Μεσήνην τῆς Πελοποννήσου. Καὶ λαβὼν παρὰ ἐγχωρίων, τὴν Πύλον κτίζει. Καὶ γαμεῖ Χλῶριν, τὴν Ἀμφίονος τοῦ Ἰάσου καὶ Φερσεφόνης τῆς Μίου θυγατέρα, βασιλεύει τε οὐ μόνον τῶν Πυλίων, ἀλλὰ καὶ τῶν ἐν Ὀρχομενῷ καὶ γίνεται εὐδαιμόνων. Ἡ ἱστορία παρὰ Φερεκύδῃ·