Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 57
Not analysed yet
Νηλεὺς ὁ Ποσειδῶνος ἱππικώτατος τῶν καθ ̓ αὑτὸν γενόμενος, ἔπεμψεν εἰς Ἦλιν ἵππους ἐς τὸν ὑπὸ Αὐγέου συντελούμενον (Venet. cod. ἵππους εἰς τὸν ὑπ ̓ Αὐγείου κεῖσε συντελ.) ἀγῶνα. Νικησάντων δὲ τούτων, φθονήσας Αὐγέας ἀπέσπασε τούτους, καὶ τοὺς ἡνιόχους ἀφῆκεν ἀπράκτους. Νηλεὺς δὲ γνοὺς, ἡσυχίαν ἦγε. Νέστωρ δὲ, ὁ τῶν παίδων αὐτοῦ νεώτατος, στρατὸν ἀθροίσας ἐπῆλθεν Ἤλιδι. Καὶ πολλοὺς ἀποκτείνας, ἀπέλαβε τοὺς ἵππους. Καὶ οὐκ ὀλίγην τῶν πολεμίων ἀπέσυραν λείαν. Ἡ ἱστορία παρὰ Φερεκύδῃ.