Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 60
Not analysed yet
Ἡ ἱστορία παρὰ Φερεκύδῃ. «Ἔθυε, φησὶν, ὁ Πελίας τῷ Ποσειδῶνι, καὶ προεῖπε πᾶσι παρεῖναι. Οἱ δὲ ἦσαν οἵ τε ἄλλοι πολῖται, καὶ ὁ Ἰήσων· ἔτυχε δὲ ἀροτρεύων ἐγγὺς τοῦ Ἀναύρου ποταμοῦ. Ἀσάνδαλος δὲ διέβαινε τὸν ποταμόν· διαβὰς δὲ, τὸν μὲν δεξιὸν ὑποδεῖται πόδα· τὸν δὲ ἀριστερὸν, ἐπιλήθεται. Καὶ ἔρχεται οὕτως ἐπὶ δεῖπνον. Ἰδὼν δὲ ὁ Πελίας, συμβάλλει τὸ μαντήϊον. Καὶ τότε μὲν ἡσύχασε. Τῇ δ ̓ ὑστεραίᾳ μεταπεμψάμενος ἤρετο ὅ τι ποιοίη, εἰ αὐτῷ χρησθείη ὑπό του τῶν πολιτῶν ἀποθανεῖν. Ὁ δὲ Ἰήσων, πέμψαι ἂν εἰς Αἶαν αὐτὸν, ἐπὶ τὸ κῶας τὸ χρυσόμαλλον, ἄξοντα ἂν ἀπὸ Αἰήτεω. Ταῦτα δὲ τῷ Ἰήσονι Ἥρη ἐς νόον βάλλει, ὡς ἔλθοι ἡ Μήδεια τῷ Πελία κακόν.» Ὅτι δὲ ἐκ τοῦ Ἀναύρου ποταμοῦ μόγις τὸ πέδιλον ἔσωσεν, ἱστορεῖ καὶ Ἀπολλώνιος (l, 10.) .