Ancient Greek
61 to 63
PHERECYDES, Fragmenta 61-63
Not analysed yet
Ὁ Ἀπολλώνιος καλεῖ τὴν Ἀργὼ, ἀπὸ Ἄργου τοῦ κατασκευάσαντος· Φερεκύδης δὲ ἀπὸ Ἄργου τοῦ Φρίξου υἱοῦ. Ὁ δὲ Φερεκύδης Ποτνιέα ἱστορεῖ τὸν Τῖφυν εἶναι. Αἴσχηλος (leg. Αἰσχύλος) δὲ τὸν Τῖφυν ἐν τῇ Ἀργοῖ Ἶφιν καλεῖ. Φερεκύδης ἐν τῇ ζ', Φιλάμμωνα φησὶ καὶ οὐκ Ὀρφέα συμπεπλευκέναι· εἶναι δὲ Ὀρφέα, κατὰ μὲν Ἀσκληπιάδην Ἀπόλλωνος καὶ Καλλιόπης, κατὰ δὲ ἐνίους, Οἰάγρου καὶ Πολυμνίας.