Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 75
Not analysed yet
Νηλεὺς ὁ Ποσειδῶνος ἔχων θυγατέρα Πηρῶ τοὔνομα, κάλλει εὐπρεπεστάτην, οὐδενὶ ταύτην ἐξεδίδου πρὸς γάμον, εἰ μὴ πρότερον ἐκ Φυλάκης τὰς τῆς μητρὸς Τυροῦς ἐλάσειέν τις βοῦς παρ ̓ Ἰφίκλου. Πάντων δὲ ἀπορουμένων, Βίας ὁ Ταλαοῦ (sc. πατὴρ) μόνος ὑπέσχετο δράσειν τοῦτο· καὶ πείθει τὸν ἀδελφὸν Μελάμποδα, ῥέξαι τὸ ἔργον. Ὁ δὲ καίπερ εἰδὼς, ἅτε δὴ μάντις, ὅτι ἁλώσεται ἐνιαυτὸν, εἰς τὴν ὀφρὺν ἀφικνεῖται ἐπὶ τὰς βοῦς. Οἱ δὲ φύλακες ἐνταῦθα καὶ οἱ βουκόλοι κλέπτοντα αὐτὸν λαμβάνουσι καὶ παραδιδόασιν Ἰφίκλῳ, καὶ δεθεὶς ἐφυλάσσετο, παρεζευγμένων αὐτῷ θεραπόντων δύο, ἀνδρὸς καὶ γυναικός. Καὶ ὁ μὲν ἀνὴρ αὐτὸν ἐπιεικῶς ἐθεράπευεν, ἡ δὲ γυνὴ φαυλότερον. Ἐπεὶ δὲ ὁ ἐνιαυτὸς ὀλίγον πρὸς τὸ τελειωθῆναι περιῄει, Μελάμπους ἀκούει ὕπερθέν τινων σκωλήκων διαλεγομένων, ὅτι καταβεβρώκοιεν τὴν δοκόν. Καὶ τοῦτο ἀκούσας καλεῖ τοὺς διακόνους, καὶ κελεύει αὐτὸν ἐκφέρειν, τῆς κλίνης λαμβανομένους τὴν μὲν γυναῖκα πρὸς ποδῶν, τὸν δὲ ἄνδρα πρὸς κεφαλῆς. Οἱ δὲ αὐτὸν ἀναλαβόντες ἐκφέρουσιν. Ἐν τοσούτῳ δὲ καὶ ἡ δοκὸς κατακλᾶται καὶ ἐπιπίπτει τῇ γυναικὶ, καὶ κτείνει αὐτήν. Ὁ δὲ ἀνὴρ ἐξαγγέλλει τῷ Φυλάκῳ, ὁ δὲ Φύλακος Ἰφίκλῳ τὰ γενόμενα. Οἱ δὲ ἐλθόντες παρὰ τὸν Μελάμποδα, ἐρωτῶσι αὐτὸν, τίς ἐστιν. Ὁ δὲ ἔφη μάντις εἶναι. Οἱ δὲ αὐτῷ τὰς βοῦς ὑπισχνοῦνται δώσειν, ἐὰν μηχανήν τινα εὕρῃ παίδων γενέσεως Ἰφίκλῳ, καὶ πιστοῦνται ταῦτα. Ὁ δὲ Μελάμπους βοῦν ἱερεύσας τῷ Διὶ, διαιρεῖ μοῖρας πᾶσι τοῖς ὄρνισιν. Οἱ δὲ ἔρχονται πάντες πλὴν ἑνὸς αἰγυπιοῦ. Ὁ δὲ Μελάμπους ἐρωτᾷ πάντας τοὺς ὄρνιθας, εἴ τις οἶδε μηχανὴν, πῶς ἂν Ἰφίκλῳ γένοιντο παῖδες. Ἀποροῦντες δὲ ἐκεῖνοι, κομίζουσι τὸν αἰγυπιόν. Οὗτος δὲ τὴν αἰτίαν τῆς ἀπαιδίας σπορᾶς εὐθέως εὗρεν. Διῶξαι γὰρ τὸν Φύλακον μετὰ μαχαίρας τὸν Ἴφικλον ἔτι νεογνὸν ὄντα διὰ τὸ ἰδεῖν αὐτὸν ἄτοπόν τι ποιοῦντα. Ἔπειτα τὸν Φύλακον μεὴ καταλαμβάνοντα, πῆξαι τὴν μάχαιραν εἴς τινα ἄχερδον, καὶ περιφῦναι αὐτῇ τὸν φλοιόν. Τὸν δὲ Ἴφικλον διὰ τὸ δέος μηκέτι παῖδας ποιῆσαι. Ἐκέλευσεν οὖν ὁ αἰγυπιὸς τὴν μάχαιραν τὴν ἐν τῷ ἀχέρδῳ κομίζειν, καὶ ἀποσμήξαντα τὸν ἰὸν διδόναι ἀπ ̓ αὐτῆς πιεῖν ἐν οἴνῳ δέκα ἡμέρας Ἰφίκλῳ· γεννῆσαι δὲ αὐτῷ παῖδας ἐκ τούτου. Ποιήσας δὲ ὁ Ἴφικλος τοῦτο, τὴν γονὴν ἀναῤῥώννυσι. Καὶ ἴσχει Ποδάρκην παῖδα. Καὶ δίδωσι τὰς βοῦς τῷ Μελάμποδι. Ἃς λαμβάνει αὐτὴν τῷ ἀδελφῷ Βίαντι πρὸς γάμον, καὶ αὐτῷ γίνονται παῖδες, Περιαλκὴς, καὶ Ἄρητος (leg. Ἀρήϊος) καὶ Ἀλφεσίβοια. Ἡ δὲ ἱστορία παρὰ Φερεκύδῃ ἐν τῇ ἑβδόμῃ.