Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 76
Not analysed yet
Φερεκύδης οὔ φησι τοὺς Κύκλωπας ὑπὸ Ἀπόλλωνος ἀνῃρῆσθαι, ἀλλὰ τοῦς υἱοὺς αὐτῶν, γράφων οὕτω· «Παρ ̓ αὐτὸν τὸν Ἄδμητον ἔρχεται Ἀπόλλων θητεύσων ἐνιαυτὸν, Διὸς κελεύσαντος, ὅτι κτείνει τοῦ Βρόντεω καὶ Στερόπεω καὶ Ἄργεω παῖδας. Κτείνει δὲ αὐτοὺς Ἀπόλλων, Διὶ μεμφθεὶς, ὅτι κτείνει Ζεὺς Ἀσκληπιὸν τὸν παῖδα αὐτοῦ κεραυνῷ ἐν Πυθῶνι. Ἀνέστησε γὰρ ἰώμενος τεθνεῶτας.»