Ancient Greek
Dfhg-Source dfhg1_PHERECYDES
PHERECYDES, Fragmenta 8
Not analysed yet
Ἡ παρθένος Κορωνὶς ᾤκει παρὰ ταῖς ὄχθαις τῆς Βοιβιάδος λίμνης· ἡ δὲ Βοιβιὰς λίμνη παρακειμένη τῇ Λακερςίᾳ. Ὅτι δὲ ἡ Κορωνὶς ἐν Λακερείᾳ ᾤκει πρὸς ταῖς πηγαῖς τοῦ Ἀμύρου, Φερεκύδης ἐν πρώτῃ ἱστορεῖ. Ἔνθα καὶ περὶ τοῦ κόρακος διηγεῖται, καὶ ὅτι Ἄρτεμιν ἔπεμψεν ὁ Ἀπόλλων, ἣ πολλὰς ἅμα γυναῖκας ἀπέκτεινε, καὶ ὡς τὸν Ἴσχυν Ἀπόλλων κτείνει, τὸν δὲ Ἀσκληπιὸν δίδωσι Χείρωνι.